καὶ τοῖς δὴ μὴ πλουσίοις, χαλεπῶς δὲ τὸ γῆρας φέρουσιν, εὖ ἔχει ὁ αὐτὸς λόγος, ὅτι οὔτʼ ἂν ὁ ἐπιεικὴς πάνυ τι ῥᾳδίως γῆρας μετὰ πενίας ἐνέγκοι οὔθʼ ὁ μὴ ἐπιεικὴς πλουτήσας εὔκολός ποτʼ ἂν ἑαυτῷ γένοιτο.