ἀμείβεται Κροῖσος “ὦ παῖ, ἔστι τῇ με νικᾷς γνώμην ἀποφαίνων περὶ τοῦ ἐνυπνίου. ὡς ὦν νενικημένος ὑπὸ σέο μεταγινώσκω, μετίημί τε σὲ ἰέναι ἐπὶ τὴν ἄγρην.”